Livre de Néhémie
10,37 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν. ( ) 10,38 καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν, ( ) 10,39 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ. ( ) 10,40 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες. καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν. ( ) 11,1 Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ιερουσαλημ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν. ( )

11,2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ.


( )
11,3 Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ιερουσαλημ· καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ισραηλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμων· ( ) 11,4 καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν Ιουδα καὶ ἀπὸ υἱῶν Βενιαμιν. – ἀπὸ υἱῶν Ιουδα· Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱῶν Φαρες. ( ) 11,5 καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς τοῦ Σηλωνι. ( ) 11,6 πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως. ( ) 11,7 καὶ οὗτοι υἱοὶ Βενιαμιν· Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: