Livre de Néhémie
8,4 καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ. ( ) 8,5 καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ – ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ – καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός. ( ) 8,6 καὶ ηὐλόγησεν Εσδρας κύριον τὸν θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν Αμην ἐπάραντες χεῖρας αὐτῶν καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. ( ) 8,7 καὶ Ἰησοῦς καὶ Βαναιας καὶ Σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον, καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ. ( ) 8,8 καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ, καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει. ( )

8,9 καὶ εἶπεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ Ἡ ἡμέρα ἁγία ἐστὶν τῷ κυρίῳ θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιεν πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου.


( )
8,10 καὶ εἶπεν αὐτοῖς Πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶν ἰσχὺς ὑμῶν. ( ) 8,11 καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες Σιωπᾶτε, ὅτι ἡ ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. ( ) 8,12 καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις, οἷς ἐγνώρισεν αὐτοῖς. ( ) 8,13 Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν τῷ παντὶ λαῷ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου. ( ) 8,14 καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ, ( Dt 1,3 , )



trouve dans 1 passage(s): Les dix commandements,
trouve dans 1 liturgie(s): Dimanche-3-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: