Livre de Néhémie
6,2 καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. ( ) 6,3 καὶ ἀπέστειλα ἐπ αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μήποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς. ( ) 6,4 καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα. ( ) 6,5 καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ. ( ) 6,6 καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα· ( )

6,7 καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.


( )
6,8 καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, οὓς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. ( ) 6,9 ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου. ( ) 6,10 Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμει υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ – καὶ αὐτὸς συνεχόμενοσ – καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. ( ) 6,11 καὶ εἶπα Τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται., ( ) 6,12 καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ ἐμοῦ, καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: