Livre de Néhémie
5,4 καὶ εἰσίν τινες λέγοντες Ἐδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν· ( ) 5,5 καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν, ὡς υἱοὶ αὐτῶν υἱοὶ ἡμῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους, καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι, καὶ οὐκ ἔστιν δύναμις χειρῶν ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπ ( ) 5,6 καὶ ἐλυπήθην σφόδρα, καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους. ( ) 5,7 καὶ ἐβουλεύσατο καρδία μου ἐπ ἐμέ, καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς Ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε. καὶ ἔδωκα ἐπ αὐτοὺς ἐκκλησίαν μεγάλην ( ) 5,8 καὶ εἶπα αὐτοῖς Ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν· καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν., καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον. ( )

5,9 καὶ εἶπα Οὐκ ἀγαθὸς ὁ λόγος, ὃν ὑμεῖς ποιεῖτε· οὐχ οὕτως, ἐν φόβῳ θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν.


( )
5,10 καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον· ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην. ( ) 5,11 ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν, ἀμπελῶνας αὐτῶν, ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν· καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοῖς. ( ) 5,12 καὶ εἶπαν Ἀποδώσομεν καὶ παρ αὐτῶν οὐ ζητήσομεν· οὕτως ποιήσομεν, καθὼς σὺ λέγεις. καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο. ( ) 5,13 καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἶπα Οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα, ὃς οὐ στήσει τὸν λόγον τοῦτον, ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ, καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός. καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία Αμην, καὶ ᾔνεσαν τὸν κύριον· καὶ ἐποίησεν ( ) 5,14 Ἀπὸ τῆς ἡμέρας, ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ Ιουδα, ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ Αρθασασθα, ἔτη δώδεκα, ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτῶν οὐκ ἔφαγον· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: