Livre de Néhémie
2,8 καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα τοῦ παραδείσου, ὅς ἐστιν τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή. ( ) 2,9 καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως, καὶ ἀπέστειλεν μετ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς. ( ) 2,10 καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ. ( ) 2,11 Καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς. ( ) 2,12 καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ, καὶ κτῆνος οὐκ ἔστιν μετ ἐμοῦ εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω ἐπ αὐτῷ. ( )

2,13 καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ, ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.


( )
2,14 καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου. ( ) 2,15 καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει. καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα. ( ) 2,16 καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα. ( ) 2,17 καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς βλέπετε τὴν πονηρίαν, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος. ( ) 2,18 καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέν μοι, καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: