Livre d'Esdras
10,39 καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια, ( ) 10,40 Μαχναδαβου, Σεσι, Σαρου, ( ) 10,41 Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια ( ) 10,42 καὶ Σαλουμ, Αμαρια, Ιωσηφ· ( ) 10,43 ἀπὸ υἱῶν Ναβου Ιιηλ, Μαθαθια, Σεδεμ, Ζαμβινα, Ιαδαι καὶ Ιωηλ καὶ Βαναια. ( )

10,44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.


( )

Livre de Néhémie
1,1 Λόγοι Νεεμια υἱοῦ Αχαλια. Καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα, ( ) 1,2 καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ιουδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ. ( ) 1,3 καὶ εἴποσαν πρός με Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ιερουσαλημ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί. ( ) 1,4 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ ( ) 1,5 καὶ εἶπα Μὴ δή, κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: