Livre d'Esdras
8,6 καὶ ἀπὸ υἱῶν Αδιν Ωβηθ υἱὸς Ιωναθαν καὶ μετ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά· ( ) 8,7 καὶ ἀπὸ υἱῶν Ηλαμ Ιεσια υἱὸς Αθελια καὶ μετ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά· ( ) 8,8 καὶ ἀπὸ υἱῶν Σαφατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά· ( ) 8,9 καὶ ἀπὸ υἱῶν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά· ( ) 8,10 καὶ ἀπὸ υἱῶν Βαανι Σαλιμουθ υἱὸς Ιωσεφια καὶ μετ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά· ( )

8,11 καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·


( )
8,12 καὶ ἀπὸ υἱῶν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά· ( ) 8,13 καὶ ἀπὸ υἱῶν Αδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Αλιφαλατ, Ιιηλ καὶ Σαμαια καὶ μετ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά· ( ) 8,14 καὶ ἀπὸ υἱῶν Βαγο Ουθι καὶ μετ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά. ( ) 8,15 Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευι οὐχ εὗρον ἐκεῖ· ( ) 8,16 καὶ ἀπέστειλα τῷ Ελεαζαρ, τῷ Αριηλ, τῷ Σαμαια καὶ τῷ Αλωναμ καὶ τῷ Ιαριβ καὶ τῷ Ελναθαν καὶ τῷ Ναθαν καὶ τῷ Ζαχαρια καὶ τῷ Μεσουλαμ ἄνδρας καὶ τῷ Ιωαριβ καὶ τῷ Ελναθαν συνίοντας ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: