Livre d'Esdras
2,55 υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα, ( ) 2,56 υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ, ( ) 2,57 υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ – ασεβωιν, υἱοὶ Ημι. ( ) 2,58 πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. ( ) 2,59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν· ( )

2,60 υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο.


( )
2,61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· ( ) 2,62 οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, ( ) 2,63 καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. ( ) 2,64 πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα ( ) 2,65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: