Livre d'Esdras
1,9 καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, ( ) 1,10 κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια. ( ) 1,11 πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ. ( ) 2,1 Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, ( ) 2,2 οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ· ( )

2,3 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.


( )
2,4 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο. ( ) 2,5 υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε. ( ) 2,6 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. ( ) 2,7 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. ( ) 2,8 υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: