Livre de la Genèse
40,19 ἔτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραω τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. ( ) 40,20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν Φαραω, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ ( ) 40,21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραω, ( ) 40,22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν, καθὰ συνέκρινεν αὐτοῖς Ιωσηφ. ( ) 40,23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ Ιωσηφ, ἀλλὰ ἐπελάθετο αὐτοῦ. ( )

41,1 Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν Φαραω εἶδεν ἐνύπνιον. ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ,


19285 Bible des Peuples sur titre chapitre 2023-11-11: Les songes du Pharaon

2302 Bible des peuples sur verset 2018-11-18: Ces songes et les événements qui les accompagnent nous donnent une image concrète du drame que l’Égypte vivait entre les pluies, l’irrigation et la sécheresse. La tradition hébraïque attribue à Joseph l’organisation des entrepôts d’excédents de grains, en prévision de la sécheresse en Égypte. L’auteur souligne la fidélité de Joseph, et le fait que Dieu ne l’a jamais abandonné.

( )
41,2 καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει· ( ) 41,3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ( ) 41,4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς. ἠγέρθη δὲ Φαραω. ( ) 41,5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί· ( ) 41,6 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ αὐτούς· ( )
1 IMAGE
Responsive image


trouve dans 1 passage(s): Le songe de pharaon interprete par Joseph,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: