Second Livre des Chroniques
32,14 τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου., μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου., ( ) 32,15 νῦν μὴ ἀπατάτω ὑμᾶς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός ( ) 32,16 καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ κύριον θεὸν καὶ ἐπὶ Εζεκιαν παῖδα αὐτοῦ. ( ) 32,17 καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ισραηλ καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Εζεκιου λαὸν αὐτοῦ ἐκ χειρός μου. ( ) 32,18 καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαιστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν. ( )

32,19 καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.


( )
32,20 καὶ προσηύξατο Εζεκιας ὁ βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. ( ) 32,21 καὶ ἀπέστειλεν κύριος ἄγγελον, καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ασσουρ, καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ ( ) 32,22 καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν. ( ) 32,23 καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ιερουσαλημ καὶ δόματα τῷ Εζεκια βασιλεῖ Ιουδα, καὶ ὑπερήρθη κατ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα. ( ) 32,24 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου· καὶ προσηύξατο πρὸς κύριον, καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 32