Livre de la Genèse
39,23 οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ιωσηφ διὰ τὸ τὸν κύριον μετ αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. ( ) 40,1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. ( ) 40,2 καὶ ὠργίσθη Φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, ( ) 40,3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ Ιωσηφ ἀπῆκτο ἐκεῖ. ( ) 40,4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ιωσηφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. ( )

40,5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον, ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.


( )
40,6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι. ( ) 40,7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω, οἳ ἦσαν μετ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον., ( ) 40,8 οἱ δὲ εἶπαν αὐτῷ Ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπεν δὲ αὐτοῖς Ιωσηφ Οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν., διηγήσασθε οὖν μοι. ( ) 40,9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηφ καὶ εἶπεν Ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ( ) 40,10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: