Second Livre des Chroniques
25,20 καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων. ( ) 25,21 καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς, ἥ ἐστιν τοῦ Ιουδα. ( ) 25,22 καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα. ( ) 25,23 καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις· ( ) 25,24 καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν. ( )

25,25 καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε.


( )
25,26 καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ., ( ) 25,27 καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. ( ) 25,28 καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. ( ) 26,1 Καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Οζιαν, καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμασιου. ( ) 26,2 αὐτὸς ᾠκοδόμησεν τὴν Αιλαθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 31