Second Livre des Chroniques
25,6 καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου. ( ) 25,7 καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ, ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ, πάντων τῶν υἱῶν Εφραιμ· ( ) 25,8 ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι. ( ) 25,9 καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ., καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων. ( ) 25,10 καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ. ( )

25,11 καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας·


( )
25,12 καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο. ( ) 25,13 καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά. ( ) 25,14 καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν. ( ) 25,15 καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου., ( ) 25,16 καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε., πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 31