Premier Livre des Chroniques
27,26 ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ, ( ) 27,27 καὶ ἐπὶ τῶν χωρίων Σεμει ὁ ἐκ Ραμα, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι, ( ) 27,28 καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας. ( ) 27,29 καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι, ( ) 27,30 ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων, ( )

27,31 καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως.


( )
27,32 καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως, ( ) 27,33 καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως, ( ) 27,34 καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ τοῦ Βαναιου καὶ Αβιαθαρ, καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως. ( ) 28,1 Καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ, ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας κ ( ) 28,2 καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν Ἀκούσατέ μου, ἀδελφοὶ καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 28