Premier Livre des Chroniques
26,11 τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι ὁ τρίτος, Ζαχαριας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα, τρισκαίδεκα. ( ) 26,12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου. ( ) 26,13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. ( ) 26,14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· ( ) 26,15 τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν ( )

26,16 εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.


( )
26,17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο· ( ) 26,18 εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. ( ) 26,19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι. ( ) 26,20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων· ( ) 26,21 υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 28