Premier Livre des Chroniques
25,30 ὁ τρίτος καὶ εἰκοστὸς Μεαζωθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( ) 25,31 ὁ τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι – ωδ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο. ( ) 26,1 Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορειμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ. ( Ps 83,11 , ) 26,2 καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας ὁ πρωτότοκος, Ιδιηλ ὁ δεύτερος, Ζαβαδιας ὁ τρίτος, Ιεθνουηλ ὁ τέταρτος, ( ) 26,3 Ωλαμ ὁ πέμπτος, Ιωαναν ὁ ἕκτος, Ελιωηναι ὁ ἕβδομος. ( )

26,4 καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας ὁ πρωτότοκος, Ιωζαβαδ ὁ δεύτερος, Ιωαα ὁ τρίτος, Σωχαρ ὁ τέταρτος, Ναθαναηλ ὁ πέμπτος,


( )
26,5 Αμιηλ ὁ ἕκτος, Ισσαχαρ ὁ ἕβδομος, Φολλαθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. ( ) 26,6 καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. ( ) 26,7 υἱοὶ Σαμαια· Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ. ( ) 26,8 πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ. ( ) 26,9 καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 28