Premier Livre des Chroniques
25,4 τῷ Αιμανι υἱοὶ Αιμαν· Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι – ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ· ( ) 25,5 πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν ὁ θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς. ( ) 25,6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι. ( ) 25,7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. ( ) 25,8 καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. ( )

25,9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ασαφ τῷ Ιωσηφ Γοδολια· ὁ δεύτερος Ηνια, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο·


( )
25,10 ὁ τρίτος Ζακχουρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( ) 25,11 ὁ τέταρτος Ιεσδρι, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( ) 25,12 ὁ πέμπτος Ναθανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( ) 25,13 ὁ ἕκτος Βουκιας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( ) 25,14 ὁ ἕβδομος Ισεριηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27