Premier Livre des Chroniques
24,5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ· ( ) 24,6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθα ( ) 24,7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ, τῷ Ιδεια ὁ δεύτερος, ( ) 24,8 τῷ Χαρημ ὁ τρίτος, τῷ Σεωριμ ὁ τέταρτος, ( ) 24,9 τῷ Μελχια ὁ πέμπτος, τῷ Μιαμιν ὁ ἕκτος, ( )

24,10 τῷ Κως ὁ ἕβδομος, τῷ Αβια ὁ ὄγδοος,


( )
24,11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενια ὁ δέκατος, ( ) 24,12 τῷ Ελιασιβ ὁ ἑνδέκατος, τῷ Ιακιμ ὁ δωδέκατος, ( ) 24,13 τῷ Οχχοφφα ὁ τρισκαιδέκατος, τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος, ( ) 24,14 τῷ Βελγα ὁ πεντεκαιδέκατος, τῷ Εμμηρ ὁ ἑκκαιδέκατος, ( ) 24,15 τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος, τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27