Premier Livre des Chroniques
24,2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων. ( ) 24,3 καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν. ( ) 24,4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ οἴκους πατριῶν. ( ) 24,5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ· ( ) 24,6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθα ( )

24,7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ, τῷ Ιδεια ὁ δεύτερος,


( )
24,8 τῷ Χαρημ ὁ τρίτος, τῷ Σεωριμ ὁ τέταρτος, ( ) 24,9 τῷ Μελχια ὁ πέμπτος, τῷ Μιαμιν ὁ ἕκτος, ( ) 24,10 τῷ Κως ὁ ἕβδομος, τῷ Αβια ὁ ὄγδοος, ( ) 24,11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενια ὁ δέκατος, ( ) 24,12 τῷ Ελιασιβ ὁ ἑνδέκατος, τῷ Ιακιμ ὁ δωδέκατος, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27