Premier Livre des Chroniques
23,13 υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς. καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. ( ) 23,14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι. ( ) 23,15 υἱοὶ Μωυσῆ· Γηρσαμ καὶ Ελιεζερ. ( ) 23,16 υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων. ( ) 23,17 καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ· Ρααβια ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος. ( )

23,18 υἱοὶ Ισσααρ· Σαλωμωθ ὁ ἄρχων.


( )
23,19 υἱοὶ Χεβρων· Ιδουδ ὁ ἄρχων, Αμαδια ὁ δεύτερος, Οζιηλ ὁ τρίτος, Ικεμιας ὁ τέταρτος. ( ) 23,20 υἱοὶ Οζιηλ· Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος. ( ) 23,21 υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις. ( ) 23,22 καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν. ( ) 23,23 υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωθ, τρεῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27