Premier Livre des Chroniques
23,6 καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι, τῷ Γεδσων, Κααθ, Μεραρι· ( ) 23,7 καὶ τῷ Παροσωμ, τῷ Εδαν καὶ τῷ Σεμει. ( ) 23,8 υἱοὶ τῷ Εδαν· ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ, τρεῖς. ( ) 23,9 υἱοὶ Σεμει· Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν, τρεῖς. οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν. ( ) 23,10 καὶ τοῖς υἱοῖς Σεμει· Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια· οὗτοι υἱοὶ Σεμει, τέσσαρες. ( )

23,11 καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος· καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.


( )
23,12 υἱοὶ Κααθ· Αμβραμ, Ισσααρ, Χεβρων, Οζιηλ, τέσσαρες. ( ) 23,13 υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς. καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. ( ) 23,14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι. ( ) 23,15 υἱοὶ Μωυσῆ· Γηρσαμ καὶ Ελιεζερ. ( ) 23,16 υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27