Premier Livre des Chroniques
21,15 καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλέθρευσεν, εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσ ( ) 21,16 καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ· καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ( ) 21,17 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ., καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν., κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλεια ( ) 21,18 καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου. ( ) 21,19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου. ( )

21,20 καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ αὐτοῦ μεθαχαβιν· καὶ Ορνα ἦν ἀλοῶν πυρούς.


( )
21,21 καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν, καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. ( ) 21,22 καὶ εἶπεν Δαυιδ πρὸς Ορνα Δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. ( ) 21,23 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. ( ) 21,24 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ. ( ) 21,25 καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27