Premier Livre des Chroniques
21,11 καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει κύριος Ἔκλεξαι σεαυτῷ ( ) 21,12 ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαν ( ) 21,13 καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. ( ) 21,14 καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ, καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. ( ) 21,15 καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλέθρευσεν, εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσ ( )

21,16 καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ· καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις


( )
21,17 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ., καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν., κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλεια ( ) 21,18 καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου. ( ) 21,19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου. ( ) 21,20 καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ αὐτοῦ μεθαχαβιν· καὶ Ορνα ἦν ἀλοῶν πυρούς. ( ) 21,21 καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν, καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27