Premier Livre des Chroniques
20,3 καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς· καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων. καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ. ( ) 20,4 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν. ( ) 20,5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαιρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. ( ) 20,6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων. ( ) 20,7 καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ. ( )

20,8 οὗτοι ἐγένοντο Ραφα ἐν Γεθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.


( )
21,1 Καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ. ( ) 21,2 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. ( ) 21,3 καὶ εἶπεν Ιωαβ Προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο., ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ. ( ) 21,4 τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ. καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ. ( ) 21,5 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ, καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27