Premier Livre des Chroniques
18,11 καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ. ( ) 18,12 καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας, ( ) 18,13 καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. ( ) 18,14 Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. ( ) 18,15 καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος ( )

18,16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς


( )
18,17 καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως. ( ) 19,1 Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 19,2 καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν. ( ) 19,3 καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν Μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας., οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ., ( ) 19,4 καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27