Premier Livre des Chroniques
17,25 ὅτι σύ, κύριε, ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. ( ) 17,26 καὶ νῦν, κύριε, σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα· ( ) 17,27 καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα. ( ) 18,1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. ( ) 18,2 καὶ ἐπάταξεν τὴν Μωαβ, καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα. ( )

18,3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.


( )
18,4 καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. ( ) 18,5 καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. ( ) 18,6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. ( ) 18,7 καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ. ( ) 18,8 καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27