Premier Livre des Chroniques
17,14 καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. ( ) 17,15 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. ( ) 17,16 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριε ὁ θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος., ( ) 17,17 καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, κύριε ὁ θεός. ( ) 17,18 τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι., καὶ σὺ τὸν δοῦλόν σου οἶδας. ( )

17,19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.


( )
17,20 κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. ( ) 17,21 καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη. ( ) 17,22 καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, αὐτοῖς εἰς θεόν. ( ) 17,23 καὶ νῦν, κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος ( ) 17,24 λεγόντων Κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ, καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 27