Premier Livre des Chroniques
16,20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον· ( ) 16,21 οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς ( ) 16,22 Μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. ( ) 16,23 ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ. ( ) 16,24 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· ( )

16,26 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν·


( )
16,27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ. ( ) 16,28 δότε τῷ κυρίῳ, πατριαὶ τῶν ἐθνῶν, δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν· ( ) 16,29 δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ. ( ) 16,30 φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26