Premier Livre des Chroniques
16,8 Ἐξομολογεῖσθε τῷ κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ· ( ) 16,9 ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν κύριος. ( ) 16,10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ· ( ) 16,11 ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. ( 2M 2,13 , ) 16,12 μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ, ( )

16,13 σπέρμα Ισραηλ παῖδες αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.


( )
16,14 αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ( ) 16,15 μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, ( ) 16,16 ὃν διέθετο τῷ Αβρααμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ· ( ) 16,17 ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα, τῷ Ισραηλ διαθήκην αἰώνιον ( ) 16,18 λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26