Premier Livre des Chroniques
15,25 Καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ. ( ) 15,26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. ( ) 15,27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη. ( ) 15,28 καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις. ( ) 15,29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ, καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς. ( )

16,1 Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ.


( )
16,2 καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου. ( ) 16,3 καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην. ( ) 16,4 Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ· ( ) 16,5 Ασαφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαριας, Ιιηλ, Σεμιραμωθ, Ιιηλ, Ματταθιας, Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις, νάβλαις καὶ κινύραις, καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν, ( ) 16,6 καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26