Livre de la Genèse
36,38 ἀπέθανεν δὲ Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. ( ) 36,39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αραδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ. ( ) 36,40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθερ, ( ) 36,41 ἡγεμὼν Ελιβεμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων, ( ) 36,42 ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαζαρ, ( )

36,43 ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ζαφωιμ. οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ησαυ πατὴρ Εδωμ.


( )
37,1 Κατῴκει δὲ Ιακωβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χανααν. ( ) 37,2 αὗται δὲ αἱ γενέσεις Ιακωβ· Ιωσηφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλας καὶ μετὰ τῶν υἱῶν Ζελφας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτῶν. ( ) 37,3 Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρους ἦν αὐτῷ· ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον. ( ) 37,4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. ( ) 37,5 Ἐνυπνιασθεὶς δὲ Ιωσηφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: