Livre de la Genèse
36,34 ἀπέθανεν δὲ Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. ( ) 36,35 ἀπέθανεν δὲ Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. ( ) 36,36 ἀπέθανεν δὲ Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας. ( ) 36,37 ἀπέθανεν δὲ Σαμαλα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν. ( ) 36,38 ἀπέθανεν δὲ Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. ( )

36,39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αραδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ.


( )
36,40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθερ, ( ) 36,41 ἡγεμὼν Ελιβεμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων, ( ) 36,42 ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαζαρ, ( ) 36,43 ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ζαφωιμ. οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ησαυ πατὴρ Εδωμ. ( ) 37,1 Κατῴκει δὲ Ιακωβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χανααν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: