Premier Livre des Chroniques
12,10 Αζερ ὁ ἄρχων, Αβδια ὁ δεύτερος, Ελιαβ ὁ τρίτος, ( ) 12,11 Μασεμαννη ὁ τέταρτος, Ιερμια ὁ πέμπτος, ( ) 12,12 Εθθι ὁ ἕκτος, Ελιαβ ὁ ἕβδομος, ( ) 12,13 Ιωαναν ὁ ὄγδοος, Ελιαζερ ὁ ἔνατος, ( ) 12,14 Ιερμια ὁ δέκατος, Μαχαβανναι ὁ ἑνδέκατος. ( )

12,15 οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.


( )
12,16 οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. ( ) 12,17 καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ, ( ) 12,18 καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ ἑαυτὴν ἐφ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο. ( ) 12,19 καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυιδ υἱὸς Ιεσσαι· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεω ( ) 12,20 καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26