Livre de la Genèse
36,27 οὗτοι δὲ υἱοὶ Ασαρ· Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν. ( ) 36,28 οὗτοι δὲ υἱοὶ Ρισων· Ως καὶ Αραμ. ( ) 36,29 οὗτοι ἡγεμόνες Χορρι· ἡγεμὼν Λωταν, ἡγεμὼν Σωβαλ, ἡγεμὼν Σεβεγων, ἡγεμὼν Ανα, ( ) 36,30 ἡγεμὼν Δησων, ἡγεμὼν Ασαρ, ἡγεμὼν Ρισων. οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ. ( ) 36,31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ. ( )

36,32 καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.


( )
36,33 ἀπέθανεν δὲ Βαλακ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας. ( ) 36,34 ἀπέθανεν δὲ Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. ( ) 36,35 ἀπέθανεν δὲ Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. ( ) 36,36 ἀπέθανεν δὲ Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας. ( ) 36,37 ἀπέθανεν δὲ Σαμαλα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: