Premier Livre des Chroniques
11,12 καὶ μετ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς. ( ) 11,13 οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· ( ) 11,14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. ( ) 11,15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων· ( ) 11,16 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ. ( )

11,17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ.,


( )
11,18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ ( ) 11,19 καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν., ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. ( ) 11,20 Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, ( ) 11,21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. ( ) 11,22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26