Premier Livre des Chroniques
9,31 καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. ( ) 9,32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. ( ) 9,33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ αὐτοῖς ἐν τοῖς ἔργοις· ( ) 9,34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ. ( ) 9,35 Καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα· ( )

9,36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ


( )
9,37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ. ( ) 9,38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν. ( ) 9,39 Καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ. ( ) 9,40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ, καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα. ( ) 9,41 καὶ υἱοὶ Μιχα· Φαιθων καὶ Μαλαχ καὶ Θαραχ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26