Premier Livre des Chroniques
9,26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. – οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ ( ) 9,27 καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. ( ) 9,28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. ( ) 9,29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. ( 2M 2,13 , ) 9,30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. ( )

9,31 καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.


( )
9,32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. ( ) 9,33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ αὐτοῖς ἐν τοῖς ἔργοις· ( ) 9,34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ. ( ) 9,35 Καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα· ( ) 9,36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26