Premier Livre des Chroniques
9,20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ αὐτοῦ. ( ) 9,21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. ( ) 9,22 πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν. ( ) 9,23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. ( ) 9,24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. ( )

9,25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·


( )
9,26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. – οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ ( ) 9,27 καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. ( ) 9,28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. ( ) 9,29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. ( 2M 2,13 , ) 9,30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26