Premier Livre des Chroniques
8,37 καὶ Μαισα ἐγέννησεν τὸν Βαανα· Ραφαια υἱὸς αὐτοῦ, Ελασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ. ( ) 8,38 καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εζρικαμ πρωτότοκος αὐτοῦ, καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν· πάντες οὗτοι υἱοὶ Εσηλ. ( ) 8,39 καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ· Αιλαμ πρωτότοκος αὐτοῦ, καὶ Ιαις ὁ δεύτερος, Ελιφαλετ ὁ τρίτος. ( ) 8,40 καὶ ἦσαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμιν. ( ) 9,1 Καὶ πᾶς Ισραηλ, ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. ( )

9,2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.


19735 Bible des Peuples sur titre chapitre 2023-11-11: Les habitants de Jérusalem après la déportation

( )
9,3 Καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση· ( ) 9,4 Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα. ( ) 9,5 καὶ ἐκ τῶν Σηλωνι· Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ. ( ) 9,6 ἐκ τῶν υἱῶν Ζαρα· Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. ( ) 9,7 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν· Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 26