Premier Livre des Chroniques
8,34 καὶ υἱοὶ Ιωναθαν· Μεριβααλ. καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια. ( ) 8,35 καὶ υἱοὶ Μιχια· Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ. ( ) 8,36 καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα, καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα· ( ) 8,37 καὶ Μαισα ἐγέννησεν τὸν Βαανα· Ραφαια υἱὸς αὐτοῦ, Ελασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ. ( ) 8,38 καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εζρικαμ πρωτότοκος αὐτοῦ, καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν· πάντες οὗτοι υἱοὶ Εσηλ. ( )

8,39 καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ· Αιλαμ πρωτότοκος αὐτοῦ, καὶ Ιαις ὁ δεύτερος, Ελιφαλετ ὁ τρίτος.


( )
8,40 καὶ ἦσαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμιν. ( ) 9,1 Καὶ πᾶς Ισραηλ, ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. ( ) 9,2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. ( ) 9,3 Καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση· ( ) 9,4 Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 25