Livre de la Genèse
36,18 οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ· ἡγεμὼν Ιεους, ἡγεμὼν Ιεγλομ, ἡγεμὼν Κορε· οὗτοι ἡγεμόνες Ελιβεμας. ( ) 36,19 οὗτοι υἱοὶ Ησαυ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Εδωμ. ( ) 36,20 Οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωταν, Σωβαλ, Σεβεγων, Ανα ( ) 36,21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ. ( ) 36,22 ἐγένοντο δὲ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν· ἀδελφὴ δὲ Λωταν Θαμνα. ( )

36,23 οὗτοι δὲ υἱοὶ Σωβαλ· Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ, Σωφ καὶ Ωμαν.


( )
36,24 καὶ οὗτοι υἱοὶ Σεβεγων· Αιε καὶ Ωναν· οὗτός ἐστιν ὁ Ωνας, ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ. ( ) 36,25 οὗτοι δὲ υἱοὶ Ανα· Δησων· καὶ Ελιβεμα θυγάτηρ Ανα. ( ) 36,26 οὗτοι δὲ υἱοὶ Δησων· Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν. ( ) 36,27 οὗτοι δὲ υἱοὶ Ασαρ· Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν. ( ) 36,28 οὗτοι δὲ υἱοὶ Ρισων· Ως καὶ Αραμ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: