Livre de la Genèse
36,15 οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ· υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ· ἡγεμὼν Θαιμαν, ἡγεμὼν Ωμαρ, ἡγεμὼν Σωφαρ, ἡγεμὼν Κενεζ, ( ) 36,16 ἡγεμὼν Κορε, ἡγεμὼν Γοθομ, ἡγεμὼν Αμαληκ· οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Αδας. ( ) 36,17 καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ· ἡγεμὼν Ναχοθ, ἡγεμὼν Ζαρε, ἡγεμὼν Σομε, ἡγεμὼν Μοζε· οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ· οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,18 οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ· ἡγεμὼν Ιεους, ἡγεμὼν Ιεγλομ, ἡγεμὼν Κορε· οὗτοι ἡγεμόνες Ελιβεμας. ( ) 36,19 οὗτοι υἱοὶ Ησαυ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Εδωμ. ( )

36,20 Οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωταν, Σωβαλ, Σεβεγων, Ανα


( )
36,21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ. ( ) 36,22 ἐγένοντο δὲ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν· ἀδελφὴ δὲ Λωταν Θαμνα. ( ) 36,23 οὗτοι δὲ υἱοὶ Σωβαλ· Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ, Σωφ καὶ Ωμαν. ( ) 36,24 καὶ οὗτοι υἱοὶ Σεβεγων· Αιε καὶ Ωναν· οὗτός ἐστιν ὁ Ωνας, ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ. ( ) 36,25 οὗτοι δὲ υἱοὶ Ανα· Δησων· καὶ Ελιβεμα θυγάτηρ Ανα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: