Premier Livre des Chroniques
7,19 καὶ ἦσαν υἱοὶ Σεμιρα· Ιααιμ καὶ Συχεμ καὶ Λακει καὶ Ανιαμ. ( ) 7,20 Καὶ υἱοὶ Εφραιμ· Σωθαλα, καὶ Βαραδ υἱὸς αὐτοῦ, καὶ Θααθ υἱὸς αὐτοῦ, Ελεαδα υἱὸς αὐτοῦ, Νομεε υἱὸς αὐτοῦ, ( ) 7,21 Ζαβεδ υἱὸς αὐτοῦ, Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ. καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν. ( ) 7,22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. ( ) 7,23 καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα, ὅτι Ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. ( )

7,24 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Οζαν· Σεηρα


( )
7,25 καὶ Ραφη υἱοὶ αὐτοῦ, Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ, Θαεν υἱὸς αὐτοῦ. ( ) 7,26 τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ, Ελισαμα υἱὸς αὐτοῦ, ( ) 7,27 Νουμ υἱὸς αὐτοῦ, Ιησουε υἱὸς αὐτοῦ. ( ) 7,28 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς, κατ ἀνατολὰς Νααραν, πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς. ( ) 7,29 καὶ ἕως ὁρίων υἱῶν Μανασση· Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς, Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς, Δωρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 25