Premier Livre des Chroniques
7,12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ· υἱὸς αὐτοῦ Αερ. ( ) 7,13 Υἱοὶ Νεφθαλι· Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ, υἱοὶ Βαλαα. ( ) 7,14 Υἱοὶ Μανασση· Ασεριηλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ. ( ) 7,15 καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ, καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες. ( ) 7,16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος· υἱὸς αὐτοῦ Ουλαμ. ( )

7,17 καὶ υἱοὶ Ουλαμ· Βαδαν. οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση.


( )
7,18 καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα. ( ) 7,19 καὶ ἦσαν υἱοὶ Σεμιρα· Ιααιμ καὶ Συχεμ καὶ Λακει καὶ Ανιαμ. ( ) 7,20 Καὶ υἱοὶ Εφραιμ· Σωθαλα, καὶ Βαραδ υἱὸς αὐτοῦ, καὶ Θααθ υἱὸς αὐτοῦ, Ελεαδα υἱὸς αὐτοῦ, Νομεε υἱὸς αὐτοῦ, ( ) 7,21 Ζαβεδ υἱὸς αὐτοῦ, Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ. καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν. ( ) 7,22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 25