Premier Livre des Chroniques
6,61 καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς. ( ) 6,62 τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς ( ) 6,63 καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς ( ) 6,64 καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτῆς ( ) 6,65 καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς ( )

6,66 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς.


( )
7,1 Καὶ τοῖς υἱοῖς Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων, τέσσαρες. ( ) 7,2 καὶ υἱοὶ Θωλα· Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. ( ) 7,3 καὶ υἱοὶ Οζι· Ιεζρια, καὶ υἱοὶ Ιεζρια· Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια, πέντε, ἄρχοντες πάντες. ( ) 7,4 καὶ ἐπ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. ( ) 7,5 καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 25