Livre de la Genèse
36,10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ· Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,11 ἐγένοντο δὲ υἱοὶ Ελιφας· Θαιμαν, Ωμαρ, Σωφαρ, Γοθομ καὶ Κενεζ· ( ) 36,12 Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ· οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ. ( Ex 17,8 , ) 36,13 οὗτοι δὲ υἱοὶ Ραγουηλ· Ναχοθ, Ζαρε, Σομε καὶ Μοζε· οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,14 οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων, γυναικὸς Ησαυ· ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε. ( )

36,15 οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ· υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ· ἡγεμὼν Θαιμαν, ἡγεμὼν Ωμαρ, ἡγεμὼν Σωφαρ, ἡγεμὼν Κενεζ,


( )
36,16 ἡγεμὼν Κορε, ἡγεμὼν Γοθομ, ἡγεμὼν Αμαληκ· οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Αδας. ( ) 36,17 καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ· ἡγεμὼν Ναχοθ, ἡγεμὼν Ζαρε, ἡγεμὼν Σομε, ἡγεμὼν Μοζε· οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ· οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,18 οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ· ἡγεμὼν Ιεους, ἡγεμὼν Ιεγλομ, ἡγεμὼν Κορε· οὗτοι ἡγεμόνες Ελιβεμας. ( ) 36,19 οὗτοι υἱοὶ Ησαυ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Εδωμ. ( ) 36,20 Οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωταν, Σωβαλ, Σεβεγων, Ανα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: