Livre de la Genèse
36,7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. ( ) 36,8 ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ [Ησαυ αὐτός ἐστιν Εδωμ]. ( ) 36,9 Αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ, ( ) 36,10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ· Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,11 ἐγένοντο δὲ υἱοὶ Ελιφας· Θαιμαν, Ωμαρ, Σωφαρ, Γοθομ καὶ Κενεζ· ( )

36,12 Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ· οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ.


434 Olivier (Les légendes des Juifs) sur verset 2011-10-20: Amalek de la descendance d'Esau.

745 Dict. Amoureux du Judaïsme sur verset 2017-12-30: Le nom d'Amalek, petit-fils d'Esaü dont le rôle est d'empêcher le peuple juif de sortir d'Egypte en le faisant douter, a la même valeur numérique (guematria), 240, que le mot Safeq, qui signifie "doute".

( Ex 17,8 , )
36,13 οὗτοι δὲ υἱοὶ Ραγουηλ· Ναχοθ, Ζαρε, Σομε καὶ Μοζε· οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,14 οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων, γυναικὸς Ησαυ· ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε. ( ) 36,15 οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ· υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ· ἡγεμὼν Θαιμαν, ἡγεμὼν Ωμαρ, ἡγεμὼν Σωφαρ, ἡγεμὼν Κενεζ, ( ) 36,16 ἡγεμὼν Κορε, ἡγεμὼν Γοθομ, ἡγεμὼν Αμαληκ· οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Αδας. ( ) 36,17 καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ· ἡγεμὼν Ναχοθ, ἡγεμὼν Ζαρε, ἡγεμὼν Σομε, ἡγεμὼν Μοζε· οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ· οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: