Livre de la Genèse
36,3 καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ. ( ) 36,4 ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας, καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ, ( ) 36,5 καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε· οὗτοι υἱοὶ Ησαυ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν. ( ) 36,6 ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν, καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ( ) 36,7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. ( )

36,8 ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ [Ησαυ αὐτός ἐστιν Εδωμ].


( )
36,9 Αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ, ( ) 36,10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ· Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ. ( ) 36,11 ἐγένοντο δὲ υἱοὶ Ελιφας· Θαιμαν, Ωμαρ, Σωφαρ, Γοθομ καὶ Κενεζ· ( ) 36,12 Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ· οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ. ( Ex 17,8 , ) 36,13 οὗτοι δὲ υἱοὶ Ραγουηλ· Ναχοθ, Ζαρε, Σομε καὶ Μοζε· οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: