Livre de la Genèse
35,27 Ἦλθεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρη εἰς πόλιν τοῦ πεδίου [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν, οὗ παρῴκησεν Αβρααμ καὶ Ισαακ. ( ) 35,28 ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα· ( ) 35,29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτοῦ. ( ) 36,1 Αὗται δὲ αἱ γενέσεις Ησαυ [αὐτός ἐστιν Εδωμ]· ( ) 36,2 Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου ( )

36,3 καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ.


( )
36,4 ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας, καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ, ( ) 36,5 καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε· οὗτοι υἱοὶ Ησαυ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν. ( ) 36,6 ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν, καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ( ) 36,7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. ( ) 36,8 ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ [Ησαυ αὐτός ἐστιν Εδωμ]. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: